Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.52.2 | Hdt. 4.53.4 (English) | >>Hdt. 4.56.1 |
4.53.2 τῶν δὲ λοιπῶν Βορυσθένης ἐστὶ πολυαρκέστατος , ὃς νομάς τε καλλίστας καὶ εὐκομιδεστάτας κτήνεσι παρέχεται ἰχθύας τε ἀρίστους διακριδὸν καὶ πλείστους , πίνεσθαι τε ἥδιστός ἐστι , ῥέει τε καθαρὸς παρὰ θολεροῖσι , σπόρος τε παρʼ αὐτὸν ἄριστος γίνεται , ποίη τε , τῇ οὐ σπείρεται ἡ χώρη , βαθυτάτη ·
4.53.3 ἅλες τε ἐπὶ τῷ στόματι αὐτοῦ αὐτόματοι πήγνυνται ἄπλετοι · κήτεά τε μεγάλα ἀνάκανθα , τὰ ἀντακαίους καλέουσι , παρέχεται ἐς ταρίχευσιν , ἄλλα τε πολλὰ θωμάσαι ἄξια .
4.53.4 μέχρι μέν νυν Γερρέων χώρου , ἐς τὸν τεσσεράκοντα ἡμερέων πλόος ἐστί , γινώσκεται ῥέων ἀπὸ βορέω ἀνέμου · τὸ δὲ κατύπερθε διʼ ὧν ῥέει ἀνθρώπων οὐδεὶς ἔχει φράσαι · φαίνεται δὲ ῥέων διʼ ἐρήμου ἐς τῶν γεωργῶν Σκυθέων τὴν χώρην · οὗτοι γὰρ οἱ Σκύθαι παρʼ αὐτὸν ἐπὶ δέκα ἡμερέων πλόον νέμονται .
4.53.5 μούνου δὲ τούτου τοῦ ποταμοῦ καὶ Νείλου οὐκ ἔχω φράσαι τὰς πηγάς , δοκέω δέ , οὐδὲ οὐδεὶς Ἑλλήνων . ἀγχοῦ τε δὴ θαλάσσης ὁ Βορυσθένης ῥέων γίνεται καὶ οἱ συμμίσγεται ὁ Ὕπανις ἐς τὠυτὸ ἕλος ἐκδιδούς .
4.53.6 τὸ δὲ μεταξὺ τῶν ποταμῶν τούτων , ἐὸν ἔμβολον τῆς χώρης , Ἱππόλεω ἄκρη καλέεται , ἐν δὲ αὐτῷ , ἱρὸν Δήμητρος ἐνίδρυται · πέρην δὲ τοῦ ἱροῦ ἐπὶ τῷ Ὑπάνι Βορυσθενεῗται κατοίκηνται .
ch. 54
4.54.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.52.2 | Hdt. 4.53.4 (English) | >>Hdt. 4.56.1 |